Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.358 Joseph. AJ 18.364 (English) >>Joseph. AJ 18.369

18.362τῆς πρὸς σὲ ἐπὶ γάμῳ κοινωνίας.” δὲ αὖ τοῦτο μὲν τῶν ὀνειδῶν τὴν καθʼ ἡμέραν ἀχθηδόνα μὴ φέρων, τοῦτο δὲ τῆς γυναικὸς τὴν μεγαλοφροσύνην δεδιώς, μὴ παραλύοιτο αὐτοῦ τῶν γάμων, ἄκων μὲν καὶ μὴ βουλόμενος συνάγει δʼ οὖν στρατὸν ὅσον ἐδύνατο πλεῖστον καὶ ἤλαυνεν οὐκ ἀνασχετὸν ὑπολαμβάνων ἔτι καὶ αὐτὸς τὴν σωτηρίαν, εἰ Παρθυαῖος ὢν ὑπὸ Ἰουδαίου περιωθοῖτο ἀντιπολεμοῦντος. 18.363

Ἀνιλαῖος δὲ ὡς μανθάνει προσελαύνοντα δυνάμει πολλῇ τὸν Μιθριδάτην ἄδοξον ἡγησάμενος τὸ μένειν ἐν τοῖς ἕλεσιν, ἀλλὰ μὴ φθάσας ὑπαντιάζειν τοὺς πολεμίους, εὐτυχίᾳ τε τῇ πρότερον ἐλπίζων ὅμοια πράξειν καὶ τήν τε ἀρετὴν τοῖς τολμῶσι καὶ εἰωθόσιν θαρρεῖν παρατυγχάνειν, ἐξῆγε τὴν δύναμιν. 18.364πολλοί τε πρὸς τῷ οἰκείῳ στρατῷ προσεγεγόνεσαν αὐτῷ καθʼ ἁρπαγὴν τῶν ἀλλοτρίων τραπησόμενοι καὶ ὄψει πᾶν προεκπλήξοντες τοὺς πολεμίους. 18.365προϊοῦσι δὲ αὐτοῖς εἰς σταδίους ἐνενήκοντα καὶ διὰ τῆς ἀνύδρου τῆς πορείας γενομένης καὶ μεσημβρίας τά τε ἄλλα περιῆν τότε τὸ δίψος καὶ Μιθριδάτης ἐπιφανεὶς προσέβαλε τεταλαιπωρημένοις ἀπορίᾳ τοῦ πιεῖν καὶ διʼ αὐτὸ καὶ τὴν ὥραν φέρειν τὰ ὅπλα μὴ δυναμένοις. 18.366τροπή τε οὖν γίνεται τῶν περὶ τὸν Ἀνιλαῖον διὰ τὸ ἀπηγορευκότας ἀκραιφνέσι προσφέρεσθαι καὶ φόνος πολὺς πολλαί τε μυριάδες ἔπεσον ἀνδρῶν, Ἀνιλαῖος δὲ καὶ ὅσον περὶ αὐτὸν ἦν συνεστηκὸς ἐπὶ τῆς ὕλης ἐπανεχώρουν φυγῇ μεγάλην νίκης τῆς ἐπʼ αὐτοῖς χαρὰν Μιθριδάτῃ παρεσχηκότες.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.358 Joseph. AJ 18.364 (English) >>Joseph. AJ 18.369

Powered by PhiloLogic